Τὰ ἀντίδοτα καὶ οἱ περιηγηταί
Τοῦ θέρους προσχωροῦντος, πάντες οἱ ἐν τῇ περιηγήσει ἐργαζόμενοι, πάντες ὧντινων ὁ μισθὸς ἀπὸ τῆς περιηγήσεως ἐξαρτᾶται, εἰδέναι βούλονται πότερον οἱ περιηγηταὶ ἀφίξονται ἢ οὔ, ἄλλοι τε καὶ οἱ ἐν τοιαύταις χώραις οἵαις τῇ Ἰταλίᾳ καὶ τῇ Ἱσπανίᾳ καὶ τῇ Ἑλλάδι, ἐν γὰρ ταύταις ταῖς χώραις τὰ χρήματα ἃ οἱ περιηγηταὶ ἀναλίσκουσι μέγα μέρος τῆς οἰκονομίας ἔχει.
τῶν δὲ ὅρων τοῦ νοσήματος ἕνεκα κεκλεισμένων, δεῖ σύστημά τι εὑρεῖν ὅ τι ἂν τὰς χώρας ἐᾷ ἄλλας ἄλλαις περιηγητὰς πέμπειν, ὅ τι ἂν τοὺς πολίτας ἐᾷ καὶ ἔξω τῆς χώρας ἐξελθεῖν (ὃ ῥᾷστόν ἐστιν) καὶ εἰς ἄλλην χώραν εἰσελθεῖν (ὃ χαλεπώτατόν ἐστιν, ἐνθάδε γὰρ τὸ πρόβλημα κεῖται, οὐ γὰρ τὸ αὐτό ἐστι τὸ ἐξελθεῖν καὶ τὸ εἰσελθεῖν).
τούτων δὲ οὕτως ἐχόντων, ἡ Εὐρωπαικὴ Ἕνωσις συνεβουλεύσατο προχθὲς τὸ οὕτω καλούμενον “χλωρὸν διαβατήριον“ παρέχειν τούτοις τοῖς πολίταις οἵτινες ἂν τὸ ἀντίδοτον δεδεγμένοι ὦσιν, ἐξέσται δὲ αὐτοῖς ἔνθα καὶ ἔνθα διὰ τῆς ΕΕ πορεύεσθαι. οὗτος ὁ νέος “διαβατήριον“ τῇ πρώτῃ τοῦ Ἰουλίου ἡμέρᾳ κύριος γενήσεται.
περὶ δὲ ἐκείνων περιηγητῶν οἵτινες ἂν ἀπὸ χωρῶν ἀφικνῶνται αἳ μέρος τῆς ΕΕ οὐκ εἰσίν, παραδείγματος ἕνεκα τὸ Ἡνωμένον Βασίλειον, ἐξέσται καὶ αὐτοῖς εἰσελθεῖν ἐὰν τὰ αὐτὰ ἀντίδοτα δεδεγμένοι ὦσιν οἷς ἡ ΕΕ χρῆται (AstraZeneca, Pfizer κτλ.).
