Οὐρανία λῃστεία ἐν τῇ Λευκορωσίᾳ
Τὰ περὶ τῆς οἰκουμένης γιγνόμενα φέρει ἡμᾶς τήμερον πρὸς τὴν Λευκορωσίαν, ἐκεῖ γὰρ ὁ τῆς χώρας ἄρχων Λουκασιέγκο, ὃς ἐν ταῖς τελευταίαις ἀρχαιρεσίαις τὴν νίκην αὐτὸς ὑπὲρ ἑαυτοῦ ἐδίκασεν, μαχητικὸν ἀεροσκάφος ἔπεμψεν ἵνα ἀναγκάζοι ἐπιβατῶν ἀεροσκάφος προσγειοῦσθαι. ἡ δὲ αἰτία; ὁ Ῥομὰν Προτάσεβιζ, δημοσιογράφος ὃς τῷ τῆς Λευκορωσίας ἄρχοντι ἀνθίσταται.
τὸ μὲν ἀεροσκάφος ἀπὸ τῆς Ἑλλάδος πρὸς τὴν Λιθουανίαν ἐπέτετο, τῷ δὲ Λουκασιέγκο, αἰσθομένῳ τοῦτον τὸν δημοσιογράφον ἔνδον τοῦ ἀεροσκάφους ὄντα, ἔδοξε τῷ καιρῷ χρῆσθαι, ἔδει γὰρ τὸ ἀεροσκάφος διὰ τοῦ τῆς Λευκορωσίας οὐρανοῦ πέτεσθαι· τοῦ οὖν ἀεροσκάφους ἐν τῷ τῆς πόλεως Μὶνσκ ἀερολιμένι προσγειοῦσθαι ἀναγκασθέντος, ὁ Ῥομὰν Προτάσεβιζ συλληφθεὶς εἰς εἱρκτὴν εἰσέπεσεν.
τούτου δὲ γενομένου, οἱ τῆς Εὐρωπαικῆς Ἑνώσεως ἄρχοντες, ταχέως συνελθόντες, τοῦ Λουκασιένκο οὐρανίαν λῃστείαν κατηγορήσαντες, συνεβουλεύσαντο οἰκονομικὰς τιμωρίας αὐτῷ ἐπιθεῖναι, παραδείγματος ἕνεκα τὰ τῆς Λευκορωσίας ἀεροσκάφη κωλύειν μὴ τοῖς Εὐρωπαικοῖς ἀερολιμέσι χρῆσθαι, ἐκέλευσαν δὲ τὰς Εὐρωπαικὰς ἐπιχειρήσεις τὸν τῆς Λευκορωσίας οὐρανὸν φυγεῖν. ὅμως δὲ πάντες οἱ ἔμπειροι ὁμολογοῦσιν ὅτι αὗται μὲν αἱ τιμωρίαι τῷ Λουκασιέγκο οὐδὲν εἰς πλέον ποιοῦσιν, οὐδὲν προὔργον εἰσὶν (αἱ οἰκονομικαὶ τιμωρίαι οὐδέποτε οὐδὲν ἄλλο πράττουσιν ἢ τοὺς τῆς χώρας πολίτας βλάπτειν), δέοι δὲ ἂν ἄλλο σύστημα εὑρεῖν.
Πηγή: akwn.net (the site of world news in Ancient Greek
