Από τον Γιάννη τον Πενταμοδιανό η πιο κάτω ανάρτηση,

Εἶπεν ὁ Κύριος· Ὅστις θέλει ὀπίσω μου ἐλ‐
θεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν
σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ
ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει
αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσει τὴν ἑαυτοῦ ψυχὴν ἕ‐
νεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, οὗτος σώσει
αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερ‐
δήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυ‐
χὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα
τῆς ψυχῆς αὐτοῦ; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με
καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ
μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀν‐
θρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ
ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέ‐
λων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέ‐
γω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵ‐
τινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι
τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνά‐
μει.