Ἑκατὸν καὶ πεντήκοντα κατέσχηνται ἐν τῷ Λονδίνῳ

30 Νοεμβρίου 2020

Ἑκατὸν καὶ πεντήκοντα πολῖται κατεσχέθησαν χθὲς ὑπὸ τῶν φυλάκων ἐν τῷ Λονδίνῳ. ἡ δὲ αἰτία; οἱ νόμοι οἷς οἱ ἄρχοντες ἐλπίζουσι τὴν τῆς νόσου διασπορὰν παύσειν, ἐν γὰρ τῷ Ἡνωμένῳ Βασιλείῳ ἤδη 57,000 πολῖται ἀπέθανον, ὁπόσοι ἐν οὐδεμίᾳ ἀλλῃ τῆς Εὐρώπης χώρᾳ, οὐδεὶς δὲ οἶδεν ὅ τι δεῖ ποιεῖν.

τῶν πολιτῶν ἤδη τέτταρας ἑβδομάδας ἐν καθείρξει μεινάντων, ἔδει τῇ ἐπιγιγνομένῃ Τετάρτῃ τούτους τοὺς νόμους ἀκυρῶσαι (ἐξέσται τοῖς καπήλοις αὖθις τὰ καπηλεῖα ἀνοιγνύναι, κτλ.) καὶ τῷ ὄντι τοῦτο οὕτως γενήσεται… ἀλλὰ οὐκ ἐν πᾶσι τοῖς τῆς χώρας μέρεσιν, τοὺς γὰρ πολίτας ἐκείνων τῶν δήμων ἐν οἷστισιν ἂν ἡ νόσος καρτερωτάτη γεγενημένη ᾖ δεήσει ἴσως δέκα πλείονας ἡμέρας ἔτι ἐν τῇ αὐτῇ καταστάσει καὶ νῦν μένειν· τά τε ἑστιατόρια καὶ τὰ καπηλεῖα κεκλεισμένα μενεῖ, κτλ.

τούτου τοῦ ἀπροσδοκήτου βουλεύματος εἰς τὰ τῶν πολιτῶν ὦτα ἀφικομένου ἐγένετο ὃ ἐλπιστέον ἦν· διαδηλώσεις πανταχοῦ πολιτῶν “τὴν ἐλευθερίαν ἡμῖν ἀπόδοτε“ καὶ τὰ ὅμοια βοώντων· ὅμως δὲ οἱ φύλακες ἐπειρῶντο μὲν τοὺς πολίτας πείθειν τῶν διαδηλώσεων μὴ μετέχειν ἵνα μὴ ἐγγὺς ἀλλήλων ἑσταῖεν (τοῦτο γὰρ τὴν τῆς νόσου παράδοσιν ῥᾳδίαν ποιεῖ), μάτην δέ, μυρίοι γὰρ συνηθροίσθησαν ἵνα ταύτῃ τῇ τοῦ τῆς καθείρξεως χρονου ἐκτάσει ἐνισταῖντο.

οἱ δὲ πλεῖστοι τῶν διαδηλωτῶν εἰρηνικῶς προσεφέροντο, ἀλλὰ ὡς εἰκός, τῆς διαδηλώσεως ἤδη τελευτώσης, ἐνίοις αὐτῶν ἔδοξε βέλτιον εἶναι τῇ βίᾳ μᾶλλον ἢ τῇ φωνῇ χρῆσθαι. τὸ δὲ ἀποβάν, ἑκατὸν καὶ πεντήκοντα

Πηγή: akwn.net (the site of world news in Ancient Greek)